20111026-133324.jpg

Από το Εὐαγγέλιο:
( Κατά Λουκᾶν, Κεφάλαιο 16/1-15)

«Ἔλεγε δέ καί πρός τούς μαθητᾶς αὐτοῦ• ἄνθρωπος τίς ἤν πλούσιος, ὅς εἶχεν οἰκονόμον, καί οὗτος διεβλήθη αὐτῶ ὡς διασκορπίζων τά ὑπάρχοντα αὐτοῦ καί φωνήσας αὐτόν εἶπεν αὐτῶ• τί τοῦτο ἀκούω περί σου; ἀπόδος τόν λόγον τῆς οἰκονομίας σου οὐ γάρ δύνη ἔτι οἰκονομεῖν.

Εἶπε δέ ἐν ἐαυτῶ ὁ οἰκονόμος• τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τήν οἰκονομίαν ἄπ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι ἔγνων τί ποιήσω, ἴνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνται μέ εἰς τούς οἴκους ἑαυτῶν.

Καί προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγε τῷ πρώτω• πόσον ὀφείλεις σύ τῷ κυρίω μου; ὁ δέ εἶπεν• ἑκατόν βάτους ἐλαίου. καί εἶπεν αὐτῶ δέξαι σου τό γράμμα καί καθίσας ταχέως γράψον πεντήκοντα. ἔπειτα ἐτέρω εἶπε• σύ δέ πόσον ὀφείλεις; ὁ δέ εἶπεν• ἑκατόν κόρους σίτου. καί λέγει αὐτῶ• δέξαι σου τό γράμμα καί γράψον ὀγδοήκοντα. καί
ἐπήνεσεν ὁ κύριος τόν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν• ὅτι οἱ υἱοί τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπέρ τούς υἱούς τοῦ φωτός εἰς τήν γενεάν τήν ἑαυτῶν εἰσι.

΄Ἠκουον δέ ταῦτα πάντα καί οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καί ἐξεμυκτήριζον αὐτόν. καί εἶπεν αὐτοῖς ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτούς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δέ Θεός γινώσκει τάς καρδίας ὑμῶν ὅτι τό ἐν ἀνθρώποις ὑψηλόν βδέλυγμα ἐνώπιόν του Θεοῦ»

Advertisements